Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΑΒ΄.
Origen, Selecta in Psalmos [Dub.] 6-21
Not analysed yet
Τιθεὶς ἐν θησαυροῖς ἀβύσσους, κ. τ. ἑ. Οἱ λόγοι (83) τῆς ἀβύσσου ἐν τοῖς θησαυροῖς εἰσι τοῦ Θεοῦ. Φοβηθήτω τὸν Κόρον πᾶσα ἡ γῆ, ἀπʼ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, κ. τ, ἑ. Τοῦτο ἐν τῇ παρουσίᾳ(84) τοῦ Θεοῦ πεπλήρωται, ὅτε πᾶσα ἡ γῆ Χριστοῦ Ἐκκλησίαις πεπλήρωτο. Τάχα λέγοιτʼ ἄν· Οἱ μὲν ἄνθρωποι, ἀγαπήσατε, ἡ δὲ γῆ φοβηθήτω. Οἱ δὲ τὴν οἰκουμένην Ἐκκλησίας τοῦ Θεοῦ κατοικοῦντες, οὐκ ἀναισθητοῦντες τοῦ Κυρίου, ἀπʼ αὐτοῦ σαλεύονται, πληροῦντες τὴν προκειμένην ἐντολήν. οἱ ἀπὸ λόγου τοῦ Θεοῦ κινούμενοι ἀπʼ αὐτοῦ σαλεύονται, ζῶντος ἐν αὐτοῖς τοῦ Χριστοῦ.