Ancient Greek · ~2 min
5 to 6
Origen, Selecta in Psalmos [Dub.] 5-27-6
Not analysed yet
Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπαρισταμένους ἡμῖν, κ. τ. ἑ. Κεκεράτηνται οἱ ἅγιοι (12) τῷ Θεῷ, ὅς κέρας ἐστὶν αὐτῶν. Ἀλλὰ καὶ «κέρας σωτηρίας ἤγειρεν ἡμῖν,» φησὶ Ζαχαρίας. Καὶ μόνον λέγοντες τὸ ὄνομά σου, ἰσχύσομεν, φησὶ, πρὸς τὸ ἐξουδενῶσαι. Τοῦ αὐτοῦ. Κέρας ψυχῆς νοῦς καθαρὸς (15), καὶ διὰ μὲν τῆς πρακτικῆς τοὺς ἐχθροὺς κερατίζει, διὰ δὲ τῆς γνώσεως τοὺς ἐπανισταμένους αὐτῷ καὶ ἀ τικειμένους τῇ πνευματικῇ θεωρίᾳ ἐξουθενεῖ.