Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΜϚ'.
Origen, Selecta in Psalmos [Dub.] 5-29
Not analysed yet
Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, κ. τ. ἑ. Ὥσπερ δ Κύριος (60) ἐλεύσεται «ἐν φωνῇ ἀγγέλου, καὶ ἐν σάλπτγγι Θεοῦ καταβήσεται ἀπʼ οὐρανοῦ, »οὕτως ἀνέβη δ Θεὸς ἐν ἀλαλαγμῷ. Κύριος δὲ «ἐν φωνῇ σάλπιγγος, »καὶ τάχα ἀλαλαγμῷ πάντων ἐθνῶν κροτησάντων χεῖρας, ἀλαλαξάντων Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Τούτοις δὲ καὶ ἀναβαίνειν οἶμαι τὸν Θεόν. Ἐὰν δέ τις αὐτὸν αἰνῇ ἐν ἤχῳ σάλπιγγος, καὶ αὐτὸς ἀναβήσεται δ ἀναβαίνων ἔν φωνῇ σάλπιγγος.