Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΜΘ΄.
Origen, Selecta in Psalmos [Dub.] 5-31
Not analysed yet
Προσκαλέσεται τὸν οὐρανὸν ἄνω, κ. τ. ἑ. Ἐπεὶ ἐν Δευτερονομίῳ (98) δοθέντος τοῦ νόμου διεμαρτύρατο Μωῦσῆς τὸν οὐρανὸν καὶ τὴν γῆν, ὁμοίως δὲ καὶ ἀρχόμενος τῆς ᾠδῆς τούτους καλεῖ· ἔτι δὲ καὶ ἐν Ἡσαΐα παραλαμβάνονται· διὰ τοῦτο, κρινομένου τοῦ λαοῦ, προσκαλέσεται τὸν οὐρανὸν καὶ τὴν γῆν Θεός. Νῦν δὲ τὸ «διακρῖναι λέγει ἀντὶ τοῦ διαχωρίσαι τοὺς ἰδίους αὐτοῦ, ὄντας λαὸν αὐτοῦ, ἀπὸ τῶν ἀλλοτρίων αὐτοῦ τῶν συννεμομένων τοῖς αὐτοῦ· ἵνα τῷ μὲν οὐρανῷ ἀποδῷ τοὺς ἰδίους, τῇ δὲ γῇ τοὺς ἀλλοτρίους. προσκαλέσεται τοὺς ἐν οὐρανοῖς ἀγγέλους, καὶ τοὺς ἐξειλεγμένους ἐν γῇ πρὸς ἀποστολὴν, ὥστε τὸν αὐτοῦ λαὸν διακρῖναι. Οἱ γὰρ ἀπόστολοι τοὺς μὲν πειθομένους προσεκόμιζον τῷ Θεῷ, τος δὲ μὴ τοιούτους ἠφίεσαν τῷ Σατανᾷ.