Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΜΘ΄.
Origen, Selecta in Psalmos [Dub.] 6-26
Not analysed yet
Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν Διαθήκην αὐτοῦ ἐπὶ θυσίαις. Καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὺτοῦ, ὅτι Θεὸς κριτής ἐστι, κ. τ. ἑ. Ἢ οὐρανοὶ (99) οἱ «τὴν εἰκόνα »φοροῦντες οτοῦ ἐπουρανίου.» Ἤ τοῦτό ἐστιν ἐναργῶς, τὸ διακρίνεσθαι τὸν λαὸν Κυρίου παρά τε δυνάμεων λογικῶν καὶ τῶν ἱερουργούντων τὸ σωτήριον κήρυγμα, οἵ καὶ συναγείρουσι Χριστῷ τοὺς ὁσίους αὐτοῦ· «οὓς προέγνω, φησὶ, καὶ προώρισε· καὶ οὓς ἐκάλεσε, καὶ ἐδικαίωσεν· οἳ πληροῦσι τὴν Διαθήκην, οὐ δἰ αἱμάτων, ἀλλὰ ταῖς πνευματικαῖς θυσίαις.