Ancient Greek · ~8 min
5 to 11
Origen, Selecta in Psalmos [Dub.] 5-43-11
Not analysed yet
Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν· ἐκραταιώθησαν οἱ ἐχθροί μου οἱ ἑκδιώκοντές με ἀδίκως. Ἄ οὐχ ἥρπιιασα, τότε ἀπετίννυον, κ. τ. ἑ. Ἐντεῦθεν, οἶμαι (4), δυνατὸν γνῶναι τὸ πλῆθος τῶν δαιμόνων. Τοῦ αὐτοῦ. Εἰ καὶ ἀπέδωκεν (5) ἃ μὴ ἥρπασεν, ἀλλʼ οὖν ἡμᾶς ἐλυτρώσατο (καὶ τοῦτό ἐστιν ἀποτιννύναι), ἐξαλείφων τὸ καθʼ ἡμῶν χειρόγραφον. Ἀ ἠναγκάσμεθα ἀποτιννύναι ἐπιφερόμενα καθʼ ἡμῶν, ἐξήλειπται ταῦτα καὶ ᾖρται ἐκ τοῦ μέσου, ἀφέσεως ἁμαρτιῶν δοθείσης. Τοῦ αὐτοῦ. Οὐδένα τῶν ἀνθρώπων (6) ἄκοντα ἁρπάζει ὁ Θεός· εἰ γὰρ ἥρπαζεν, οὐκ ἂν ἔλεγε· Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· »καί· «Ἐὰν θέλητε, καὶ εἰσακούσησθέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. »Ἡρπάνη δὲ ὁ Παῦλος ἕως τρίτου οὐρανοῦ, ἤδη ἑαυτὸν ἐπιδεδωκὼς τῷ Θεῷ. Ὁ Θεὸς, σὺ ἔγνως τὴν ἀφροσύνην μου, παὶ αἱ πλημμέλειιαί μου ἀπὸ σοῦ οὐκ ἐκρύβησαν, κ. τ. ἑ. Οὐ πάντων (7) τὴν ἀφροσύνην γινώσκει Θεὸς, ἀλλὰ τοῦ γενομένου ἄφρονος διὰ τοὺς ἄφρονας, καὶ τοῦ γενομένου ἀνόμου διὰ τοὺς ἀνόμους, καὶ τοῦ γενομένου ἀσθενοῦς διὰ τοὺς ἀσθενεῖς. Τοῦ αὐτοῦ. Ἐπειδὴ ψευδομάρτυρες (8) ἔστησαν κατʼ ἐμοῦ, σὺ οἶδας, ὁ Θεὸς, εἴ τινά μοι πεπλημμέληται· οὐ γὰρ ἂν ἐκρύβησάν σοι. Καὶ ἄλλως δέ· Ὅτι τὰς ἡμετέρας ἀνεδέξατο ἀμαρτίας, καὶ γέγονεν ὑπὲρ ἡμῶν κατάρα, καὶ ταύτας, φησὶ, τὰς πλημμελείας, ἃς ὑπὲρ ἀνθρώπων ἀεδεξάμην, σὺ ἔγνως. Ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπʼ ἐμέ, κ. τ. ἑ. Οὗτος ὁ στίχος (9) τέθειται ἐν τοῖς Εὐαγγελίοις ἐπὶ τοῖς ἐκβληθεῖσιν ἐκ τοῦ ἱεροῦ κολλυβισταῖς καὶ τραπεζίταις. Τὸ, «Κατέφαγέ με, ὁ Σύμμαχος, «κατανάλωσεν, »ἐξέδωκεν. Τοῦ αὐτοῦ. Εἴποι δʼ ἂν ταῦτα (10) καὶ πᾶς ὑπὲρ τοῦ Δημιουργοῦ λέγων πρὸς τοὺς προσκόπτοντας τῇ Προνοίᾳ, ἢ πρὸς τοὺς κακολογοῦντας τὸν κτίσαντα ἑτεροδόξους. Καὶ μάλιστα ὑπὲρ τοῦ Θεοῦ ὀνειδιζόμενος λέγοι ἄν· «Οἱ ὀνειδισμοὶ, »καὶ τὰ ἐξῆς.