Ancient Greek · ~7 min
12 to 20
Origen, Selecta in Psalmos [Dub.] 12-13-20
Not analysed yet
Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοὶ, κ. τ. ἑ. Τοῦτο οἱ μαθηταὶ (11) ἐμνήσθησαν, ὡς ἐν τῷ κατὰ Ἰωάννην γέγραπται· «Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοὶ, καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν. »σοῦ αὐτοῦ. Κάλυμμα τῆς ψυχῆς (12) ἡ νηστεία κρύπτουσα τὰ πάθη αὐτῆς, τουτέστιν ἐπιθυμίαν αἰσχρὰν, καὶ θυμὸν ἄλογον. Ὁ τοίνυν μὴ νηστεύων γεγύμνωται ἀσχημονῶν. Τοῦ αὐτοῦ. Οὐδὲν, φησὶ, ξένον (13) γέγονεν, ἀλλʼ οἱ ἐν τῇ Παλαιᾷ ὀνειδίσαντες καὶ ὑβρίσαντές σε, Θεὲ Πάτερ, οὗτοι καὶ κατὰ τοῦ Υἱοῦ σου ἐμοῦ ἦλθον. Καὶ εἰς ἐμέ ἔψαλλον οἱ πίνοντες τὸν οἷνον, κ. τ. ἑ. Οὗτος ὁ οἶνος (14) θυμός ἐστι τῶν δρακόντων. Σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ· ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τοῦ βάθους τῶν ὑδάτων, κ. τ. ἑ. Σκοπὸς οὐχ ὁ τυχὼν (15) ἀλληγορῆσαι τὰ γεγραμμένα ἐπὶ τοῦ Σωτῆρος ἡμῶν γεγονότα. Οἶμαι δὲ ταῦτα πάντα ἐπὶ τῇ ἐν ᾅδου πορείᾳ λαμβάνεσθαι. Τοῦ αὐτοῦ. Βάθος ὑδάτων (16) ἐστὶν εἰς ὅ γίνονται οἱ μὴ γενναίως τὰ πειρατήρια φέροντες· ἀφʼ οὖ Θεὸς μόνος ῥύεται τοὺς δυναμένους εἰπεῖν· «Ἐκ βαθέων ἐκέκραξα πρὸς σὲ, Κύριε. »—«Ἐκ τοῦ βάθους (16) δὲ τῶν ὑδάτων »γράφεται, καὶ οὐχὶ, ἐκ τῶν βαθέων τῶν ὑδάτων. Μηδὲ συσχέτω ἐπʼ ἐμοῦ φρέαρ τὸ στόμα αὐτοῦ, κ. τ. ἑ. Ἐνταῦθα φύσιν (17) τινὰ λογικὴν καταχθόνιον εἴρηκε φρέαρ, ἐν ᾧ πολλαὶ τῶν ψυχῶν ἐμπεπτώκασιν. Σὺ γὰρ γινώσκεις τόν ὀνειδισμόν μου, καὶ τὴν αἰσχύνην μου, καὶ τὴν ἐντροπήν μου, κ. τ. ἑ. Ἄξιος τῆς περὶ Θεοῦ (18) γνώσεὼς ἐστιν ὁ Χριστοῦ ὀνειδισμὸς, ὅν ὠνειδίζετο διὰ δικαιοσύνην. Οὕτω καὶ ὁ δίκαιος ὀνειδίζοιτο. Τοῦ αὐτοῦ. Αἰσχύνεται δὲ ἐφʼ ἡμῖν (19) ὁ ἀρχιερεὺς ἡμῶν, ὅς ἐστι Χριστὸς ὁ διεληλυθὼς τοὺς οὐρανόὺς, ὀνειδιζόμενος ὑπὸ τῶν ἐναντίων πνευμάτων.