Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΡΚΑ΄.
Origen, Selecta in Psalmos [Dub.] 5-50
Not analysed yet
Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι, κ. τ. ἑ. Περὶ τῶν θρόνων (56) τούτων καὶ ἐν τῷ Εὐαγγελίῳ εἴρηται τό· «Καθήσεσθε ἐπὶ θρόνους δώδεκα, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. »Περὶ τῶν ἐν τῇ Ἱερουσαλὴμ θρόνων ὁ Ἱερεμίας οὕτως φησί· «Καὶ εἶπε Κύριος πρὸς μέ· Ἀπὸ προσώπου τοῦ Βοῤῤᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν νῆν· διότι ἰδοὺ ἐγὼ καλῶ πάσας τὰς βασιλείας ἀπὸ Βοῤῤᾶ, λέγει Κύριος· καὶ ἥξουσι, καὶ θήσουσιν ἕκαστος τὸν θρόνον αὐτοῦ ἐπὶ τὰ πρόθυρα τῶν πυλῶν Ἱσρουσαλὴμ, καὶ ἐπὶ πάντα τὰ τείχη τὰ κύκλῳ αὐτῆς, καὶ ἐπὶ πάσας τὰς πόλεις Ἰούδα. Καὶ λαλήσω μετὰ κρίσεως πρὸς αὐτοὺς περὶ πάσης τῆς κακίας αὐτῶν, ἧς ἐγκατέλιπόν με, καὶ ἔθυσαν θεοῖς ἀλλοτρίοις, καὶ προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. »