Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΡΛΘ΄.
Origen, Selecta in Psalmos [Dub.] 5-57
Not analysed yet
Ἔγνων, ὅτι ποιήσει Κύριος τὴν κρίσιν τοῦ πτωχοῦ, καὶ τὴν δίκην τῶν πενήτων, κ. τ. ἑ. Προφητεία (68) τοῦτο περὶ τῆς μελλούσης κρίσεως. καθʼ ἣν τῶν ἀσεβῶν τῷ πυρὶ παραδιδομένων εἰς ἄνεσιν οἱ δίκαιοι παραληφθήσονται. Ἐντεῦθεν καὶ Σολομὼν ὠφεληθεὶς εἶπεν· «Ὅτι πᾶν τὸ ποίημα ὁ Θεὸς ἄξει εἰς κρίσιν. »Εἰς χρηστὸν δὲ τέλος κατέληξεν, ἐπεὶ καὶ «εἰς τέλος »ἐπιγέγραπται, τὴν ιειμένην τοῖς δικαίοις λέγων ἐλπίδα. «Κατοικήτν εὐθεῖς σὺν τῷ προσώπῳ σου. »Ἀντὶ δὲ «σὺν τροσώπῳ σου »ὁ Σύμμαχος «παρὰ τῷ προσώσου »λέγει, τὸ κεκαθαρμένῃ διανοίᾳ πρόσωπον ς πρόσωπον ὁρᾷν τοῦ Θεοῦ.