Ancient Greek
ΨΑΛΜΟΣ ΡΝ΄.
Origen, Selecta in Psalmos [Dub.] 5-59
Not analysed yet
Αἰνεῖτε αὐτὸν ἐν ἥχῳ σάλπιγγος, κ. τ. ἑ. Κατὰ τὸν (40) πνευματικὸν περὶ σαλπίγγων κατασκευῆς ἐν Ἀριθμοῖς λόγον κατασκευαστέον σάλπιγγα, ἵνα ἐν ἤχῳ αὐτῆς αἰνέσωμεν τὸν Θεόν. Τοιαῦται δὲ, οἷμαι, σάλπιγγες δηλοῦνται καὶ ἐν τῷ· «Σαλπίσει γὰρ. καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι· »καὶ ἐν τῷ· «Ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι τοῦ Θεοῦ καταβήσεται ἀπʼ οὐρανοῦ. »Ἔστι δὲ καὶ ἑορτὴ νεομηνία ἑβδόμου μηνὸς μνημόσυνον σαλπίγγων· καθʼ ὂ λέγεται· «Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν.