Ancient Greek
2 to 4
Origen, Selecta in Psalmos [Dub.] 2-77-4
Not analysed yet
Αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ, κ. τ. ἑ. Ὅπου στερέωμα (37) πίστεως καὶ οἰκοδομῆς ὁμοίας τῇ ἐπὶ πέτραν ὑπὸ ἀνδρὸς φρονίμου οἰκοδομηθείσῃ, καὶ Χριστὸς ἡ τοῦ Θεοῦ δύναμις, ἐκεῖ ὡς ἐν στερεώματι δυνάμεως Θεοῦ αἰνείσθω ὁ Θεός. Καὶ ἕστω ταῦτα ἐν τῷ λέγοντι καὶ ἐν τῷ ἀκούοντι. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, κ. τ. ἑ. Ὡς ἐν παντὶ (38) τόπῳ τῆς δεσποτείας αὐτοῦ εὐλογεῖ ἡ ψυχὴ τοῦ δικαίου τὸν Θεόν· οὕτως καὶ αἰνετέον αὐτὸν καὶ ἐφʼ αἷς ἔστησε καὶ ἔταξε δυναστείαις, ἃς νοείτωσαν, ἵνα καὶ μετέχωσιν αὐτῶν ὁ λέγων καὶ ἀκούων. Ἄῤῥητα γὰρ τὰ διὰ τῶν ἁγίων αὐτοῦ διηνεκῶς κατορθούμενα. Αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ, κ. τ. ἑ. Νοηθείσης ἑκάστης (39) μεγαλωσύνης τοῦ Θεοῦ, καὶ ἕκαστον τῶν κτισμάτων νοηθήσεται, καὶ τὸ πλῆθος τῆς μεγαλωσύνης, ἧς ἑκάστης οὐκ ἔστι πέρας.