Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ Ϛ´.
Origen, Selecta in Psalmos [Dub.] 5-6
Not analysed yet
Ἐπίστρεψον, Κύριε, ῥῦσαι τὴν ψυχήν μου· σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου, κ. τ. ἑ. Δύο τίθησιν ἐνταῦθα, (33) τὸ ἐπιστρέψαι, καὶ ῥύσασθαι τὴν ψυχὴν αὐτοῦ. Τὸ γὰρ μάλιστα τοῖς δικαίοις ἦν περισπούδαστον. «Ἐπίστρεψον, »οἷον, Εἰς τὴν οἰκειότητα ἀποκατάστησον. Ἀλλὰ καὶ ῥῦσαι ἐν πολεμίοις αὐτὴν οὖσαν. Ἀπεστράφης διὰ τὰς ἁμαρτίας μου, ἐπίστρεψον διὰ τὴν φιλανθρωπίαν σου, καὶ πρὸς παίδευσιν ἐνδούς με τοῖς πειρασμοῖς.