Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ Ϛ´.
Origen, Selecta in Psalmos [Dub.] 6-6
Not analysed yet
Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δέ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; κ. τ. ἑ. Ὁ μνημονεύων (34) Θεοῦ τοῦ λέγοντος· «Ἐγώ εἰμι ἡ ζωὴ, »οὐκ ἔστιν ἐν τῷ θανάτῳ. Οὐκ ἔστιν ἐν τῷ θανάτῳ τῷ ἐσχάτῳ ἐχθρῷ Θεοῦ τυγχάνοντι μεμνῆσθαί σου· διὸ ῥῦσαί με ἀπʼ αὐτοῦ, ἵνα πάλιν μνημονεύω σου. Διὰ τοῦτο δὲ καὶ οἱ πρὸ θανάτου ἁμαρτάνοντες οὐ μέμνηνται τοῦ Θεοῦ. Ἤτοι ἐν ᾅδῃ οὐδεὶς ἐξομολογήσεται, ἢ πάνυ ὀλίγοι· τοῦτο γὰρ ἐμφαίνει ἀπὸ ταύτης, καὶ μήποτε διὰ τό· «Ἐλθέτω δὴ θάνατος ἐπʼ αὐτοὺς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες. »Οἱ ζῶντες εἰς ᾅδου καταβαίνοντες μεμνῆσθαι δύνανται τοῦ Θεοῦ ὡς οὐκ ὄντες ἐν τῷ θανάτῳ, καὶ ἐξομολογεῖσθαι αὐτῷ.