Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ Η´.
Origen, Selecta in Psalmos [Dub.] 5-8
Not analysed yet
Ὅτι ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ὁ σὺ ἐθεμελίωσας, κ. τ. ἑ. «Ὅτι ὅψομαι (60) τοὺς οὐρανούς. »Τοῦτο τὸ πρᾶγμα σαφῶς ἐπιστάμεθα, ὅτε καὶ τὸν λόγον αὐτοῦ. καὶ τὴν αἰτίαν γινώσκομεν. «Ἕργα τῶν δακτύλων σου.» Ζητήσεις εἰ ἕτερά ἐστι τὰ ἔργα τῶν δακτύλων τοῦ Θεοῦ πρὸς τὰ ἔργα τῶν ὅλων χειρῶν αὐτοῦ, εἰ ἐν μέρει ἐστὶ τὰ πρότερα τῶν δευτέρων. «Σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας. »Διὰ τί ἤλιον οὐκ ὠνόμασεν; Μήποτε ὅτε μὲν εἰσάγεταί τις, πρῶτσ συνίησι τὰ τῆς νυκτὸς, ὕστερον δέ ποτε τὰ τῆς ἡμέρας.