Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ Η´.
Origen, Selecta in Psalmos [Dub.] 6-8
Not analysed yet
Τί ἐστιν ἄνθρωπος, ὄτι μιμνήσκῃ αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν, κ. τ. ἑ. Εἰ θαυμάζων (61), ὅτι μιμνήσκεται Κύριος τοῦ ἀνθρώπου, καὶ ὅτι ἐπισκέπτεται υἱὸν ἀνθρώπου, ταῦτά φησι, δῆλον, ὅτι εὐεργετῶν ἐπισκέπτεται. Τοῦτο δὲ σημειὡσῃ διὰ τὸ, «Ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν, »καὶ διὰ τὸ, «Οὐκ ἐπισκέψομαι ἐπὶ τὰς θυγατέρας ὑμῶν, ὅταν πορνεύωσι, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν, ὅταν μοιχεύωσι, »καὶ τὰ ὅμοια.