Ancient Greek · ~4 min
ΨΑΛΜΟΣ Θ´.
Origen, Selecta in Psalmos [Dub.] 5-9
Not analysed yet
Ἐπετίμησας ἕθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὅνομα αὐτῶν ἐξήλειψας, κ. τ. ἑ. Τὸ, «ἐπετίμησας (69), »διόρθωσιν σημαίνει, ὅπερ δῆλον ἐκ τοῦ· «Ἕλεγξον, παρακάλεσον, ἐπιτίμησον. »—«Τὸ δνομα αὐτοῦ ἐξήλειψας. »Ἐξήλειψε δὲ ὁ Θεὸς τοῦ Ἁβράμ τὸ ὄνομα ποιήσας αὐτὸν Ἀβραὰμ, καὶ τῆς Σάρας καλῶν αὐτὴν Σάῤῥαν, καὶ τοῦ Σιμῶνος ὀνομάσας αὐτὸν Πέτρον. Οὕτω τε ἀκόλουθόν ἐστι τὸ ὄνομα ἐξαλείφεσθαι τούτων οἶς ἐπετίμησε· καὶ μάλιστα ἐπεὶ ἐπιφέρεται τό· «Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ, ὅτι ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη. »Πρόσχες καὶ ὅτι οὐκ εἴρηται· Τὸ ὄνομα αὐτῶν ἐξήλειψας ἐκ βίβλου ζώντων, (οὐ γὰρ ἐν βίβλῳ ζώντων ἦν ἐγγεγραμμένα τὰ ἔθνη·) ἀλλʼ ἀκολούθως τοῖς κατʼ αὐτῶν χειρογράφοις. ἐν βίβλῳ ὀφειλόντων, ἢ βίβλῳ νεκρῶν, παρὰ τῷ τῆς ἀδικίας οἰκονόμῳ, ὡς εἰκὸς, ἀναγράφοντι νεκροὺς, καὶ ἀναγράφοντι εἰς γῆν. Ὁ γὰρ Σωτὴρ ἀναγράφει ἐν οὐρανοῖς τὰ ὀνόματα τῶν μαθητῶν.