Ancient Greek · ~1 min
6 to 7
Origen, Selecta in Psalmos [Dub.] 6-9-7
Not analysed yet
Τοῦ αὐτοῦ. Εἰ τὸ ὄνομα (70) ἐνταῦθα τὴν κακὴν σημαίνει κατάστασιν, ἐξήλειψε δὲ τὸ τοῦ ἀμαρτωλοῦ ὄνομα, ἐξήλειψεν ἄρα τὴν χειρίστην αὐτοῦ κατάστασιν. Καὶ ἐλπισάτωσαν ἐπὶ σὲ οἱ γινώσκοντες τό ὄνομά σου, ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε, κ. τ. ἑ. Οἱ ἐκζητοῦντες (91) τὸν Κύριον, καὶ οὐχ οἱ ἐγκαταλειφθέντες ὑπʼ αὐτοῦ, ἔγνωσαν τὸ ὄνομα αὐτοῦ.