Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΙΖ´.
Origen, Selecta in Psalmos [Dub.] 50
Not analysed yet
Τοῦ αὐτοῦ. «Ἰδοὺ, δέδωκα (10) ὑμῖν τὴν ἐξοισίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, »καὶ τὰ ἐξῆς. Ὁ τῷ ἀγνοουμένῳ πάλαι λαῷ παρέχων τὸ ὑπʼ αὐτὸν τετάχθαι. «Ὁ ῥύστης μου ἐξ ἐχθρῶν ὀργίλων. »Ἐν οἷς θυμὸς ἐπικρατεῖ, ἐν τούτοις καὶ ὀργιλότης. Εἰ δὲ οἱ ἐχθροί μου ὀργίλοι, ἄρα καὶ θυμώδεις εἰσί. «Θυμὸς γὰρ, φησὶν, αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως. »