Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΠΙΗ'.
Origen, Selecta in Psalmos [Dub.] 54
Not analysed yet
Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῶ ο̣?ρανῶ, κ. τ. ἑ. «Ἐν τῷ οὐρανῷ, »ἀντὶ τοῦ ἐν ταῖς ἁγίαις αὐτοῦ δυνάμεσιν. Πάντων γὰρ ἐκεῖ τε ταγμένων οὐδεμία λόγου παράβασις· «οὐρανῷ »φὲ οὐ τῷ παρερχομένῳ, εἰ καὶ ἐν αὐτῷ πάντα τεταγμένως κινεῖται· ἀλλʼ ὅστις εἴρηται θρόνος εἶναι τοῦ Θεοῦ. Ἐν δὲ τῇ γῇ οὐδὲ μένει ὁ λόγος· οὐδὲ γὰρ ἔχει χώραν ὅπου πορνεία καὶ ἀκαθαρσία καὶ τὰ λοιπὰ πάθη. Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ: Οὐκ εἶπε δὲ «τὸν αἰῶνα τῶν αἰώνων, »ἢ «τοῦ αἰῶνος· »(μετὰ γὰρ τὸν αἰῶνα ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται) ἐν ᾦ δέ «ἐστιν ὁ λόγος διαμένων. »Δυνατὸν γὰρ τέλειον εἶναι δοκοῦντα μὲν ἐπὶ γῆς τυγχάνειν, τὸ πολίτευμα δὲ ἔχοντα ἐν τῷ οὐρανῷ. Οὕτως ἐστὶν ἐν αὐτῷ καὶ ἀεὶ ἡ ἀλήθεια.