Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΠΙΗ'.
Origen, Selecta in Psalmos [Dub.] 55
Not analysed yet
Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειἀ σου. Ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει, κ. τ. ἑ. Ταύτῃ δὲ τῇ ἀληθείᾳ ἡ γῆ τεθεμελίωται. Ἐπὶ τούτῳ γὰρ τῷ ἀκρογωνιαίῳ λίθῳ καταβεβλημένῳ θεμελίῳ οἰκοδομοῦνται πάντες οἱ ἐκ γῆς σωζόμενοι· ὅθεν καὶ διαμένει ἡ γῆ ἀρραγῆ καὶ ἀσφαλῆ κρηπῖδα καὶ θεμέλιον ἔχουσα. Ἀλλὰ καὶ φωτίσασα ἡ ἀλήθεια ἡμέραν ἥν ἐποίησε, Θεοῦ ἐπιλάμψαντος αὐτῇ, ἐν τῇ αὐτῇ διατάξει μένει, οὐκ ἀλλασσομένη.