Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΙΒ΄.
Origen, Selecta in Psalmos [Dub.] 6-11
Not analysed yet
Τοῦ αὐτοῦ. Ἐπιχαίρουσι γὰρ πίπτουσι (13), λυπεῖσθαι δέον. Ὅπερ οὐ πείσομαι ἐλέει τῷ σῷ. Προσδοκῶ γάρ σου τὸ σωτήριον, ἐφʼ ᾧ τις εὐφραίνεαι πεῖραν Θεοῦ σωτηρίας ἔχων. Δύναται δὲ καὶ προφτ· τεία εἶναι περὶ Χριστοῦ· ἐλθὼν γὰρ ἐπὶ σωτηρίσνκόσμου, ἐφώτισέ τε καὶ καθεῖλε τὸν ὑπερηφάνως ἐπιχαίροντα τοῖς κλονουμένοις. Ἐπιβλέψας γὰρ ἐπεδήμησεν. Ὁ δὲ εὐπαθῶν ἐπινίκιον ὕμνον προσάγει λέγων· «Ἅσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου, »πραγματικῶς μαθὼν τὸ πρὸς τοὺς εὐχομένους καλῶς ὑπὸ τοῦ Κυρίου λεγόμενον· «Ἔτι σου λαλοῦντος ἐρῶ· Ἰδοὺ πάρειμι. »Λέγει τοῖς συνοῦσιν ὡς ὧν ἤθελεν ἔτυχε· διὸ καὶ ὑμνεῖ. Οὕτω δεῖ καὶ ἡμᾶς καθʼ ἑκάστην ᾄδειν εὐεργεσίαν τῇ θεωρίᾳ, καὶ τῷ ψάλλειν πρᾶξιν ἐπάγοντας.