Ancient Greek · ~2 min
7 to 8
Origen, Selecta in Psalmos [Dub.] 7-8-8
Not analysed yet
Ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπτισα· ἀγαλλιάσεται ἡ καρδία μου ἐν τῷ σωτηρίῳ σου, κ. τ. ἑ. Ἐκεῖνοι μὲν ἐπιχαίροντες (14) τῇ πτώσει μου προσδοκῶσιν ἀγαλλιασθῆναι· ἐγ ὼ δὲ ἐπὶ σοὶ καὶ τῷ ἐλέει τῷ σῷ ἤλπισα. Ἅσω τῷ Κυρίῳ τῷ εὺεργετήσαντί με, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου, κ. τ. ἑ. Ὁ εὐεργετηθεὶς (15) ᾀδέτω, καὶ ὁ εὐθυμῶν ψαλλέτω. Φησὶ γάρ «Εὐθυμεῖ τις ἐν ἡμῖν; ψαλλέτω.» Ἕξω καὶ εἰς τὸν ἐξῆς χρόνον ἀνεπίληστον ἐν τῇ ψυχῇ τῆς εὐεργεσίας τὸ μέγεθος.