Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΙΘ΄.
Origen, Selecta in Psalmos [Dub.] 6-13
Not analysed yet
Ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου, κ. τ. ἑ. Οἱ μὲν ἄνθρωποι (28) ἐν πλούτῳ ἀγαλλιῶσιν ἢ ἐν δέξῃ ἢ ἐν εὐγενείᾳ, ὁ δὲ ἅγιος ἐν τῷ σωτηρίῳ τοῦ Θεοῦ. Σωτήριον τοῦ Πατρὸς ἐν τῷ κόσμῳ ὁ Υἱός· σωτήριον τοῦ Υἱοῦ ἐν τῷ κόσμῳ ὁ σταυρός· σωτήριον περὶ οὗ εἴρηται, ὅτι «ἐτέχθη ἡμῖν σήμερον Σωτὴρ Κύριος, »περὶ οὗ εἶπε Συμεὼν, «Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου. »