Ancient Greek · ~10 min
ΨΑΛΜΟΣ ΚΒ΄.
Origen, Selecta in Psalmos [Dub.] 6-14
Not analysed yet
Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξ ἐναντίας τῶν θλιβόντων με, κ. τ. ἑ. Τί βούλεται (75) τὸ, «ἐξ ἐναντίας τῶν θλιβόντων με; »Ἔχει τι μυστήριον ἀπόῤῥητον, ἵνα τις εὔχηται θλίβεσθαι. Ἐπινόει μοι ὥσπερ ἐπὶ τῶν ἀγώνων τῶν μεγάλων ἄθλους πικειμένους καθʼ ἕκαστον ἀγώνισμα, οὕτως καθʼ κάστην θλίψιν, ἡνίκα ἂν τὸ θλίβον παρῇ, καὶ αἱ θλίβουσαι δυνάμεις αἱ ἀντικείμεναι, νόει ἡτοιμασμένην ράπεζαν πνευματικὴν καὶ νοητὴν, διὰ ταύτην τὴν λίψιν. Ὁσάκις γοῦν ἐὰν θλιβῇ, τοσαυτάκις καὶ τράτεζά σοι παρατίθεται πνευματική. Μόνον ἔχε ὀφθαλοὺς τοὺς βλέποντας τραπέζας μου, ἵνʼ εὐχαριστῶν έγοις μετὰ τοῦ Ἀποστόλου· «Οὐ μόνον δὲ, ἀλλὰ αἱ καυχώμενοι ἐν ταῖς θλίψεσιν. »Ἐν ἀρχαῖς δὲ ἐάσκομεν τὸν ἐκ προκοπῆς ὄντα κατασκηνοῦν εἰς τό χλόης. Ἐπεὶ οὗν ὁ προκόπτων κἂν ἐπὶ τὸ τέλος θάσειεν, οὐκέτι μείνας πρόβατον, ἀλλὰ λογικὸς ἀνα̣?ιχθεὶς, τράπεζαν λογικῶν τροφῶν ηὐτρεπισμένην ει ὑπὸ Κυρίου. Τῷ γὰρ Κυρίῳ τυγχάνοντι ἡ σοφία ??οιμάσει τὴν ἑαυτῆς τράπεζαν, ἐφʼ ἦς τὰ ἴδια θύματα κρέχεται. Εὐχαριστῶν οὖν φησι· «Ἡτοίμασας ἐνὡπιόν μου τράπεζαν,» οὐκέτι εἰσαγωγικὴν καὶ ἠθικὴν ὡπιόν μου τράπεζαν,» οὐκέτι εἰσαγωγικὴν καὶ ἠθικὴν διδασκαλίαν καθὰ πρότερον, ἀλλὰ μυστικὴν καὶ τὴν τῆς ἀληθείας θεωρίαν. Ἐπίστησον δὲ, εἰ καὶ ὅσον τίς ἐστιν ἐν τῷ βίῳ τούτῳ, διʼ ἐσόπτρου καὶ διʼ αἰνίγματος βλέπων, πρόβατόν ἐστιν ὑπὸ ποιμένι ἀγόμενον· μεταβὰς δὲ ἐπὶ τὸν μέλλοντα αἰῶνα, πρόσωπον προς πρόσωπον προσβαλὼν τῇ ἀληθείᾳ, πνευματικῇ προσβαλεῖ τραπέζῃ, κατὰ τό· «Κἀγὼ θήσομαι ὑμῖν Διαθήκην, ἐσθίειν καὶ πίνειν ἐπὶ τῆς τραπέζης τοῦ Πατρὸς ἐν τῇ ἀληθείᾳ. »Ὅθεν καὶ τό· «Ἡτοίμασεν ὁ Θεὸς ἃ ὀφθαλμὸς οὐκ εἶδε, »καὶ τὰ ἐξῆς. Τὸ δὲ, «ἐνώπιόν μου, »δηλοῖ πεφανερῶσθαι καὶ ἐγνῶσθαί μου τὴν τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με πολλῶν ἐχθραίνειν μοι βουλομένων. Καὶ διὰ τῶν θλιβόντων με ἐξανίστασθαί με ἰσχυρῶς πρὸς αὐτοὺς δὲ ὁ Κύριος θέλων, ἡτοίμασεν ἐνώπιόν μου τράπεζαν. ἐν ᾗ ἐπίκειται στερεὰ τροφὴ, ἵνα, ταύτης ἀθλητικῶς ἐμφορηθεὶς, ἀντιστῆναι γενναίως πρὸς τοὺς θλίβοντας δυνηθῶ. Οὗ δὲ ἀπὸ Κυρίου λιπαίνεται ἐν ἐλαίῳ ἡ κεφαλὴ, ἐρεῖ· «Ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου, »ὡς ἀπὸ Θεοῦ χριόμετος ἐλαίῳ ἀγαλλιάσεως Χριστός. Οἶμαι δὲ, ὅτι καὶ νηστεύων, οὕτως ἀλείφεται τὴν κεφαλὴν, καὶ τὸ πρόσωπον νίπτεται. Καὶ ἐπεὶ μὴ μόνον τράπεζαν ἡτοίμασεν ἡ σοφία, ἀλλὰ καὶ κράτος ἐκέρασε τὸν ἑαυτῆς οἶνον, ἐξ αὐτῆς γεγεννημένον ἀμπέλου ἀληθινῆς, ἐκέρασε δὲ τοῦτον τὸν οἶνον, καταμίξασα τὰ θεῖα νοήματα λέξεσιν ἀνθρωπίναις, ἐκ τοῦ τοιούτου κρατῆρος μερίζουσα ἑκάστῳ δίδωσι ποτήριον, ὅπερ ποτήριον κράτιστον ὂν, τουτέστι τίμιον καὶ ἐξαίρετον, τοῦ λαβόντος λέγεται.