Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΚΒ΄.
Origen, Selecta in Psalmos [Dub.] 7-14
Not analysed yet
Τοῦ αὐτοῦ. Πρότερον μὲν (76) ὡς ποιμὴν ὁ Χριστὸς ποιμαίνει τὰ πρόβατα· νῦν δὲ λοιπὸν ὡς φίλος καλεῖ τοὺς φίλους ἐπὶ τὴν τράπεζαν. «Οὐκέτιε» γὰρ. φησὶν, «ὑμᾶς καλῶ δούλους, ἀλλὰ φίλους. »Καὶ δούλους μὲν ποιεῖ φόβος Θεοῦ· φίλους δὲ γνῶσις μυστηρίων Θεοῦ. Τράπεζαν ἐνταῦθα τὴν ἀθανασίαν λέγει. Τὸ δὲ, «ἐξ ἐναντίας τῶν θλιβόντων με, »ἀντὶ τοῦ, ἀκόντων τῶν ἐπιβουλευόντων. Οὐ γὰρ ἐβούλοντο τυχὸν οἱ Βαβυλώνιοι ἀπολυθῆναι αὐτούς· ὁ δὲ Κῦρος, ἐπικρατέστερος γενόμενος, ἀφῆκεν αὐτοὺς τῆς αἰχμαλωσίας.