Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΚΕ΄.
Origen, Selecta in Psalmos [Dub.] 6-17
Not analysed yet
Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε, κ. τ. ἑ. Λογικὸν θυσιαστήριον (5) Θεοῦ ὁ νοῦς ἡμῶν ἐστιν, ἐφʼ οὗ καίομεν τῷ παρὰ τοῦ Πατρὸς εἰς τὴν γῆν βληθέντι πυρὶ πάντα λογισμὸν ἄλογον ἀποσκιρτῶντα τῆς ἀγέλης τοῦ δεσπότου. Ὄτε τοίνυν ἡ ψυχὴ οὐκ ἔξω νεύει, ἀλλὰ βλέπει πρὸς ἑαυτὴν καὶ τὸ ἴδιον κέντρον, κυκλοῖ τὸ θυσιαστήριον τοῦ Θεοῦ· μηδεμίαν γωνίαν ἐργαζομένη φθορᾶς δεκτικήν· «Τὴν γὰρ ἀφροσύνην γωνίαν πσρεδρεύειν» ὁ σοφός φησι Σολομών. Ἔστι δὲ θυσιαστήριον σωμάτων θεωρία καὶ ἀσωμάτων, ἐν ᾖ καθαρεται νοῦς· ἣν ὁ κυκλώσας, τουτέστιν ἐγνωκὼς, διηγεῖται πάντα τὰ θαυμάσια τοῦ Θεοῦ.