Ancient Greek · ~5 min
ΨΑΛΜΟΣ ΜΑ΄.
Origen, Selecta in Psalmos [Dub.] 6-24
Not analysed yet
Ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς, κ. τ. ἑ. μὲν κατὰ Μωσέα (94) ἐν Ἐξόδῳ σκηνὴ τύπος, οἶμαι, ταύτης ἦν· ὁ κατὰ Σολομῶντα ναὸς τύπος τοῦ ἀληθινοῦ οἴκου τοῦ Θεοῦ. Ὅτι, φησὶν, ἔτι προκόπτω, καὶ οὕπω τέλειός εἰμι. Σύμβολον δὲ τῆς προκοπῆς, ἡ σκηνὴ, θαυμαστῶς φέρει ἐπὶ τὸν οἶκον αὐτοῦ τοῦ Θεοῦ, τουτέστι τὴν τελειότητα, καθʼ ἥν οἰκεῖ μὲν ἔνθα ὁ Θεός. Οἱ δὲ πνευματικῶς ἑορτάζοντες ἠχοῦσιν ἀγαλλιώμενοι καὶ ἐξομολογούμενοι. Ἤ τοῦτό φησι· Παρεμυθούμην ἐπὶ τοιαύταις ἐμαυτὸν ἐλπίσιν, «Ἵνα τί, λέγων, περίλυπος εἶ, ἡ ψυχή μου; »Προσεδόκων γὰρ ὡς διαδέξεταί με τὸ μακάριον τέλος, ἡ θαυμαστὴ σκηνὴ τοῦ Θεοῦ, καὶ ὁ ἐνδοτάτω οἶκος αὐτοῦ, εἰς ὅν οἱ ἅγιοι ὑπὸ ἀγγελικῶν δυνάμεων αἰρόμενοι εἰσαχθήσονται. Εἰ δὲ «χαρὰ γίνεται ἐν τοῖς οὐρανοῖς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, »πῶς οὐκ εἰκότως, ψυχῆς μετὰ γυμνασίαν εἰς τὰ ἅγια τὰ ἐπουράνια εἰσαγομένης, φωνὴν εὔφημον γίνεσθαι πλήθους πανηγυριζόντων ἐπὶ τῇ τοῦ σωζομένου σωτηρίᾳ; Ὡς ἐπʼ ἀληθέσι δὲ τούτοις εὐχαριστεῖ. «Ἵνα τί περίλυπος, καὶ τὰ ἑξῆς. Λυπουμένοις οὖν ἑαυτοῖς οὕτως ἐπιπλήττωμεν καὶ συνταρασσομένοις. Ὅτε σωτήριον ὁ Θεὸς ἡμῶν τοῦ προσώπου ἡμῶν ἐστιν, «ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα. »