Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΜΑ΄.
Origen, Selecta in Psalmos [Dub.] 7-24
Not analysed yet
Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου, καὶ Ἑρμωνιεὶμ ἀπὸ δρους μικροῦ, κ. τ. ἑ. Ἰορδάνης, κατάβασις (95)· Ἑρμωνιεὶμ, ἀναθεματισμός. Ἔοικεν ἀσχάλλειν καὶ ὀδυνᾶσθαι παῤ ἑαυτῷ, ἀναμιμνησκόμενος τοῦ ἐπὶ τοῦ Ἰησοῦ τοῦ Ναυῆ γεγονότος θαύματος ἐν τῷ Ἰορδάνῃ, ὅτε διῃρέθη τὸ ὕδωρ ἄχρις οὗ διῆλθε τὸν ποταμὸν ὁ λαός· καὶ τοῦ κατὰ τὸ παρακείμενον βραχύτατον ὄρος, ὅτι μὴ τῆς αὐτῆς καὶ οὗτος τυγχάνει προνοίας ὁποίας κἀκεῖνος. Τάχα δὲ καὶ ἠθοποιία τίς ἐστι τῆς ψυχῆς πρὸς, αὐτὸν διαλεγομένης.