Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΝΖ΄.
Origen, Selecta in Psalmos [Dub.] 6-30
Not analysed yet
Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας, κ. τ. ἑ. Τὸ «συνέθλασεν »(74) ἀντὶ τοῦ «συνθλάσει »κοτ ἀλλγὴν χρόνου. Τοῦτο δὲ αὐτοῖς ὁ Θεὸς ποιεῖ εὐεργετῶν, ἵνα μὴ κατεσθίοντες τοὺς ὑπό σφων ἀπατωμένους ἀνθρώπους ὑπερβαλλούσῃ τιμωρίᾳ ὑπεύθυνοι γένωνται. Καὶ τὰς μύλας δὲ αὐτῶν συνέθλασεν, ὅπως μὴ δάκνωσι, μηδὲ κατεσθίωσι. Σημειωτέον δὲ, ὅτι κατὰ τὴν Γραφὴν διαφέρουσι μύλαι ὀδόντων· οἱ γὰρ τομεύουσι καὶ διαιροῦσι τὴν τροφὴν ὀδόντες, αἱ δὲ μασσώμεναι καὶ λεαίνουσαι μύλαι. Ὥσπερ δὲ τὸ διαπορευόμενον διά τινος πόρου ὕδωρ οὐ παραμένον, ἀλλὰ σκεδαννύμενον ἐξουδενεῖται· οὕτω καὶ οὗτοι ἐξευτελισθήσονται, οὐδὲν βέβαιον καὶ παράμονον ἔχοντες. Ὅθεν ἐπιφέρει· «Ἐντενεῖ τὸ τόξον αὐτοῦ. »Ἐσχημάτισε τὴν τοῦ Θεοῦ τιμωρίαν, ὡς ἐπὶ τόξου, συνεχῶς πέμποντος τὰ βέλη, καὶ πάντας ἀναιροῦντος. Μέχρι γὰρ τοσούτου, φησὶ, ταῖς ἀφέσεσι χρῆται τῶν βελῶν. μέχρις ἂν πάντας κατατοξεύων ἀσθενεῖς ἐργάσηται.