Ancient Greek · ~4 min
ΨΑΛΜΟΣ Ξ΄.
Origen, Selecta in Psalmos [Dub.] 6-31
Not analysed yet
Οὕτως ψαλῶ τῷ ὀνόματί σου, κ. τ. ἑ. Ἐπεὶ ὧν (97) ἠξίωσα παρὰ σοῦ τέτυχα, εὐχάριστος οὕτω γεγονὼς «ψαλῶ τῷ ὀνόματί σου, »ὑμνῶν δἰ ἔργων, νοημάτων τε καὶ λόγων ἀγαθῶν τὴν ἐπʼ ἐμοὶ κληρωθεῖσαν προσηγορίαν σου. Καὶ πρὸς τούτῳ ἡμέραν ἐξ ἡμέρας ἃ ηὐξάμην ἀποδώσω· ὥσπερ ὁ Ἰακώβ φησιν· «Ἐὰν δῷ μοι ὁ Θεὸς ἄρτον φαγεῖν, »καὶ τὰ ἑξῆς, «πάντων ὧν ἐάν μοι δῷς δεκάτην ἀποδεκατώσω σοι αὐτά· »πρὸ γὰρ τούτων τῶν λόγων φέρεται τὸ,« Ηὔξατο ὁ Ἰακώβ λέγων τὸ, Ἐὰν ᾖ Κύριος μετʼ ἐμοῦ,» ἕως τοῦ, «Δεκάτην ἀποδεκατώσω σοι αὐτά. »Εὖ δὲ καὶ τὸ εἰπεῖν, ἡμέραν ἐξ ἡμέρας τὰς εὐχὰς ἀποδοῦναι, ψάλλειν τε τῷ ὀνόματι τοῦ Θεοῦ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τῷ τὸ μὲν ψάλλειν τῷ ὀνόματι τοῦ ὑμνουμένου παρεκτείνειν ἕως τοῦ μέλλοντος αἰῶνος· τὸ δὲ τὰς εὐχὰς ἀποδοῦναι πληροῦσθαι, ἕως ἔτι ὁ ἐξ ἡμερῶν συμπληρούμενος χρόνος ἐστίν· οὗτος δέ ἐστιν ὁ παραμετρούμενος τῇ ἑκάστου ζωῇ. Ἕως οὖν ἐν βίῳ ἐσμὲν τὰς εὐχὰς ἀποδώσωμεν, ἵνα καὶ ψάλλειν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τῷ ὀνόματι τοῦ Θεοῦ δυνηθῶμεν.