Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΞΒ΄.
Origen, Selecta in Psalmos [Dub.] 6-33
Not analysed yet
Ὡσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, κ. τ. ἑ. Λιπαρὰ καὶ (15) εὐτραφὴς ψυχᾐ. Τὸ, «Ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς, χρήσιμον εἰς τὸ ῥητόν. Καθάπερ γὰρ ἐπὶ τῶν σωματικῶν βρωμάτων δοκεῖ τὰ πίονα καὶ εὐτραφῆ τῶν ζώων κρείττω τυγχάνειν πρὸς ἡδονὴν, τῶ οὐχ οὕτως· ἐχόντων ὕτω καὶ ἐπὶ τῶν πνευματικῶν ἀνάλογόν ἐστιν ἑκατέροις. Τῆς ψυχῆς γὰρ τὴν ὑπερἐχουσαν τροφὴν εἰδὼς ὁ προφήτης, ταῦτά φησι. Τοιαῦτα γὰρ ἦν τάχα καὶ τὰ κατὰ τὴν παραβολὴν ἐν Εὐαγγελίοις τοῦ μόσχου τοῦ σιτευτοῦ. «Καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου. »Ἀμφίβολος ἡ λέξις· ἤτοι γὰρ αἰνεσθήσεται τὸ στόμα μου ὑπὸ χειλέων ἀγαλλιάσεως, ἢ αἰνεσθήσεται τὰ χείλη ἀγαλλιάσεως ὑπὸ τοῦ στόματός μου. Ὅταν, φησὶ, τοῦ σοῦ ὀνόματος ἐν μνήμῃ γένωμαι, τότε δὴ τότε χαρᾶς πληροῦται τὰ χείλη μου.