Ancient Greek · ~3 min
7 to 8
Origen, Selecta in Psalmos [Dub.] 7-33-8
Not analysed yet
Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, κ τ. ἑ. Πιθανὸν εἰς ἁγνείαν (16) προτρτπτικόν· ὡς τοῦ ἐπὶ τῆς στρωμνῆς μνημονεύοντος τῶν κατὰ Θεὸν, πάντως καθαρεύοντος. Ὁμοίως καὶ τὸ, «Ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. »Καὶ γὰρ ἀποστεροῦσιν ἀλλήλους οἱ σχολάζοντες τῇ προσευχῇ. Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, κ. τ. ἑ. Εἰ ὁ κολλώμενος (17) τῷ Κυρίῳ ἔν πνεῦμά ἐστιν, ἐκολλήθη δὲ ὁ Δαυῒδ τῷ Κυρίῳ, ἄρα ἔν γέγονε πνεῦμα. Πνεῦμα δὲ τὸν πνευματικὸν ὀνομάζει, ὡς καὶ ἡ μὴ περπερευομένη ἀγάπη τὸν ἔχοντα τὴν ἀγάπην δηλοῖ. Καὶ Μωϋσῆς ὅτε τὰ ὀπίσθια εἶδε τοῦ Θεοῦ, τότε ἐκολλήθη ἡ ψυχὴ αὐτοῦ ὀπίσω τοῦ Θεοῦ.