Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΞΔ΄.
Origen, Selecta in Psalmos [Dub.] 6-34
Not analysed yet
Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς ὁ σωτὴρ, κ. τ. ἑ. Πἀλιν ἐνταῦθα (36) τὴν τῆς οἰκουμένης σωτηρίαν προλέγων, τῆς Ἰακὼβ ἀναμιμνήσκει προρρήσεως, εἰπόντος· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἕλθῃ ᾦ ἀπόκειται. καὶ αὐτὸς προσδοκία ἐθνῶν· »ὅν νῦν ἐλπίδα καλε. τῶν περάτων τῆς γῆς. Εἶτα δηλοῖ καὶ τὰς νήσους καὶ τὰ ἐν θαλάσσῃ. Ἐπάκουσον οὖν ἡμῶν, φησὶν, ὁ μικρὸν ὕστερον πᾶσαν ἀνθρώπων τὴν φὑσιν τῷ τῆς δικαιοσύνης καταυγάσων φωτί. Εἷτα τὴν δύναμιν ὡς ἔνεστι τοῦ Θεοῦ διηγεῖται.