Ancient Greek · ~8 min
6 to 13
Origen, Selecta in Psalmos [Dub.] 6-36-13
Not analysed yet
Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν, κ. τ. ἑ. Ὡς ὑετὸς μὲν (60) ἐπὶ τὰ ἔθνη, ὡς σταγόνες ἐπὶ τὸν Ἰσραήλ. Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη, κ. τ. ἑ. Ἀντὶ τοῦ (61), μέχρι τῆς συντελείας. Σελήνης γὰρ ἀναιρουμένης, ἀναιρεῖται χρόνος· χρόνου δὲ ἀναιρεθέντος, τέλος ἕξει ὁ αἰσθητὸς κόσμος. Δύναται δὲ σελήνην λέγειν καὶ τὴν ἀντικειμένην δύναμιν, ὡς ἄρχουσαν τῆς νυκτός. Ἐνώπιον αὐτοῦ προσπτεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι. Βασιλεῖς Θαρσὶς καὶ αἰ νῆσοι, κ. τ. ἑ. Διαφορὰν (62) οἶμαι δηλοῦσθαι ἐν τούτοις τῶν τῷ Χριστῷ προσιόντων. Τοῦ αὐτοῦ. Θαρσεῖς ἔθνος (63) Αἰθιοπικόν ἐστιν. Ἔτι τὸ Θαρσεῖς σημαίνει τὸ χρῶμα τὸ ὑακίνθινον. ὡς παρὰ τῷ προφήτῃ ἔχομεν· «Ὁμοίωμα αὐτῶν ὡς Θαρσεῖς. »Σημαίνει δὲ παρὰ τῷ Ἰωνᾷ καὶ Ταρσὸν τὴν πόλιν. Σαβὰ δὲ πόλις τῆς Ἰνδίας, ἀφʼ ἧς ἦλθεν ἡ βασίλισσα νότου πρὸς Σαλομῶντα. Θαρσεῖς δὲ ἑρμηνεύεται κατάσ κοπτοι, κατασκοπὴ εὐφροσύνης καὲ χαρᾶς. Πάντα τὰ ἔθνη δουλεύσουσαν αὐτῷ, κ. τ. ἑ. Εἰ δουλεύσουσιν (64) αὐτῷ πάντα τὰ ἔθνη, δουλεύσουσι πάντως καὶ τὰ τοὺς πολέμους ἔχοντα. Εἰ δὲ τοῦτο, πᾶσα ἄρα φύσις λογικὴ δουλεύσει τῷ Χριστῷ· καὶ τοῦτό ἐστι τὸ παρὰ τῷ Παύλῳ εἰρημένον, ὅτι αὐτῷ κάμψει πᾶν γόνυ. Καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας, κ. τ. ἑ. Ζῇ Χριστὸς (65) ἐν τοῖς δεχομένοις αὐτόν· «Ζῶ »γὰρ, φησὶν, «οὐκέτι ἐγώ· ζῆ δὲ ἐν ἐμοὶ Χριστός. »Ἕτερος δέ φησι περὶ Σολομῶντος ὅτι καὶ Ἄραβες καὶ οἱ προσεχεῖς ἐπιχώριοι φόρον αὐτῷ τελοῦσιν. Καὶ προσεύξονται περἱ αὐτοῦ διαπαντός· ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν, κ. τ. Λέγοντες (66)· «Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν τὸ καθʼ ἡμέραν. »Τοῦ αὐτοῦ. Μαθόντες (67) οἱ ἄγιοι, ὡς οὐδεὶς τῶν γεννητῶν λυτρώσεται τοὺς ἀνθρώπους ἐκ τῆς κατεχούσης κακοπραγίας, περὶ τοῦ δυναμένου ῥύσασθαι ἐκ χειρὸς δυνάστου συνεχῶς εὐχὴν τῷ Πατρὶ ἀνέπεμπον.