Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΟΑ΄.
Origen, Selecta in Psalmos [Dub.] 5-45
Not analysed yet
Κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ, καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων, καὶ ταπσεινώσει συκοφάντην, κ. τ ἑ. Εἰ ὁ πιστεύων (59) οὐ κρίνεται, μήποτε ὁ μὲν ἐν παντὶ πλουτῶν λόγῳ καὶ γνώσει, καὶ πλουτῶν ἐν ἔργοις ἀγαθοῖς καὶ θησαυρίσας, «οὗ λύτρον ἐστὶ τῆς ψυχῆς ὁ ἴδιος πλοῦτος, »οὐ κρίνεται· ὁ δὲ πτωχεύων τὸ ἀπὸ τοῦ λαοῦ κρίνεται· οὕτε κατορθώσας ἐπὶ τοσοῦτον τὴν πίστιν, ὡς τυχεῖν τοῦ, «Ὅτι ὁ πιστεύων εἰς ἐμὲ οὐ κρίνεται· »οὕτε ὡς ἀποπεσὼν, ὡς ἐν ἐκείνοις εἶναι περὶ ὧν εἴρηται· «Ὁμὴ πιστεύων ἤδη κέκριται.» Ἀκούω δὲ τοῦ «ὁ μὴ πιστεύων, »ἀντὶ τοῦ, «ὁ ἀπιστῶν. »