Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΡΙΔ΄.
Origen, Selecta in Psalmos [Dub.] 6-39
Not analysed yet
Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ, κ. τ. ἑ. Ἐπεὶ μετὰ δικαιοσύνης ἐλεεῖ ὁ Κύριος, ἐλεήμων ἐστὶ καὶ δίκαιος· οὐ δίκαιος δὲ ἐν τῷ ἐλεεῖν ἦν ὁ Σαοὺλ, ἐλεῶν τὸν Ἄγαγ. Καὶ εἰ ἦν δὲ πᾶν τὸ ἐλεεῖν δίκαιον, οὐκ ἂν περί τινων εἶπεν ὁ νόμος τὸ, «Οὐκ ἐλεήσεις αὐτόν. »Ἔστι δὲ καὶ τὲ, «Ὁ ἐλεῶν ἐν ἱλαρότητι.» μετὰ δικαιοσύνης ἐλεεῖ.