Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΡΙΔ΄.
Origen, Selecta in Psalmos [Dub.] 7-36
Not analysed yet
Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσιν, κ. τ. ἑ. Ἀνάπαυσις τῆς ψυχῆς ἡ τῶν ἁμαρτημάτων ἀποκοπή· κατατείνει γὰρ αὐτὴν ἡ ἁμαρτία, καὶ πάσας αὐτῆς τὰς δυνάμεις συντρίβει. Ὅθεν καὶ τὸ βάπτισμα, ὡς ἀπαλλαγὴν ἁμαρτημάτων ἔχον, «ὕδωρ ἀναπαύσεως» ὁ Δαυΐδ προσηγόρευσε. Τὴν ψυχὴν τοίνυν ὡς ἐν ἁμαρτίαις πλανηθεῖσαν ἐπιστρέψαι πρὸς τὴν ἀνάπαυσιν, ἢ διὰ τοῦ βαπτίσματος, ἢ διὰ τῶν δακρύων καὶ τῆς μετανοίας, προτρέπεται.