Ancient Greek · ~7 min
ΨΑΛΜΟΣ. Δ΄.
Origen, Selecta in Psalmos [Dub.] 6-4
Not analysed yet
Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε, κ. τ. ἑ. Ἡ, ὀργίζεσθε, »φωνὴ (95) σημαίνει τὸ προστακτικὸν κατηγόρημα· σημαίνει δὲ καὶ τὸ ὁριστικὸν ὑπό τινων καλούμενον διαβεβαιωτικὸν, οἷον· ὀργιζόμεθα, ὀργίζεσθε, ὀργίζονται. Πάλιν κατὰ ἅλλον τρόπον ἡ ὀργὴ προσηγορία, ἀφʼ ἧς ἐσχημάτισται τὸ, «ὀργίζεσθε, »σημαίνει τι προαιρετικὸν, ἣν ὡρίσαντό τινες ὅρεξιν ἀντιτιμωρήσασθαι τοὺς ἠδικηκέναι δοκοῦντας. Δηλοῖ δὲ καὶ ἀπροαίρετον, ὃ καλοῦσί τινες προπάθειαν γινομένην, ἐπί τισι δὲ ἐρεθισμοῖς ἕλκουσαν ἐφʼ ἣν προωρισάμεθα ὀργήν. Τὸ ἕτερον τοίνυν τὸ, «ὀργίζεσθε, ἐὰν λαμβάνωμεν, λέγω δὲ τὸ ἀπροαίρετον τὸ Ἠλίου περὶ Ἀχαάβ· καὶ εἶπε Κύριος· Ἑώρακας ὡς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου μου; Οὐκ ἐπάξω τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ. »Καὶ ἐν τῷ δὲ πεντηκοστῷ ἐννάτῳ ψαλμῷ· «Συνέσεισας, »φησὶ, «τὴν γῆν, καὶ συνετάραξας αὐτήν. Ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐσαλεύθη. Ἔδειξας τῷ λαῷ σου σκληρά· ἐπότισας ἡμᾶς οἷνον κατανύξεως. Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου. »Πεποτίσθαι γὰρ ὁμολογεῖ τῷ οἴνῳ τῆς κατανύξεως ὁ Προφήτης. Καὶ ἐπεὶ, ἵνʼ οὕτως εἴπω, ἔπεψε τοὺς λόγους τοὺς ἐλεγκτικοὺς, καὶ πέπονθεν ἀπʼ αὐτῶν τὸν κατανυγμὸν, διὰ τοῦτο εἰληφέναι ὁμολογεῖ μετὰ τῶν φοβουμένων τὸ Θεῖον σημείωσιν εἰς τὸ φυγεῖν τὰ βέλη τὰ ἀπὸ τοῦ τόξου πεμπόμενα τοῦ Θεοῦ ἐπὶ τοὺς ἀσεβεῖς καὶ παραμείναντας ἐπὶ τοῖς ἁμαρτήμασι, καὶ μὴ μετανοήσαντας. Καὶ ἐν τῇ Γενέσει· «Εἶπε δὲ Ἠσαῦ πρὸς τὸν πατέρα αὐτοῦ· Μὴ εὐλογία μία σοί ἐστι, πάτερ; Κατανυχθέντος δὲ Ἰσαὰκ, ἀνεβόησε φωνῇ Ἠσαῦ, καὶ ἕκλαυσεν. »Ἀντὶ μέντοι τοῦ, κατανύγητε, «σιωπήσατε »Ἀκύλας καὶ Θεοδοτίων ἐκδεδώκασιν· ὅπερ ὁ Σύμμαχος «ἡσυχάσατε »ἑρμήνευσε σαφέστερον ἐκτιθέμενος τὸ ἀπὸ τῶν ῥητῶν δηλούμενον· ὅπερ τοιοῦτον ἔχει νοῦν· Ἐπὶ τῆς κοίτης ὑμῶν ἐν ἑαυτοῖς κατὰ τὸ κρυπτὸν διαλέχθητε· δῆλον δʼ ὅτι τὰ μεθʼ ἡμέραν πεπραγμένα καὶ τὰ περὶ αὐτοὺς ἐπισκεψά- μενοι οὔτως ἡσυχάσατε.