Ancient Greek · ~20 min
ΨΑΛΜΟΣ. Δ΄.
Origen, Selecta in Psalmos [Dub.] 7.1-2
Not analysed yet
Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον, κ. τ. ἑ. Ὁ ἐξ ἀδίκων πόρων (97) προσφέρων οὐ δικαιοσύνης θύει θυσίαν, καὶ ὁ μὴ κατʼ ἀξίαν ὦν κέκτηται μερίζων τοῖς δεομένοις, καὶ ὁ ἐκ λύπης κοὶ ἐξ ἀνάγκης διδούς. Σαφέστατα δὲ διδάσκει, ὅτι οὐ περὶ τῶν θυσιῶν ὧν ἐξειλήφασιν οἱ ἐντυγχάνοντες τοῖς βιβλίοις, περὶ τούτων ἐνετείλατο ὁ θεῖος λόγος· ἔφη γὰρ ἐν τεσσαρακοστῷ ψαλμῷ· «Ὁ Θεὸς, Θεός σου εἰμὶ ἐγώ. Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε· τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Οὐ δέξομαι ἐκτοῦ οἴκου σου μόσχους, οὐδ᾿ ἐκ τῶν ποιμνίων σου χειμάῤῥους· ἐμὰ γάρ ἐστι πάντα τὰ θηρία τοῦ ἀγροῦ, κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες. Ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετʼ ἐμοῦ ἐστιν. Ἐὰν πεινάσω, μή σοι εἴπω· ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς. Μὴ φάγομαι κρέα ταύρων, ἢ οἷμα τράγων πίομαι; Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐνὰ· σου. Καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.» Καὶ ἐν τῷ πεντηκοστῷ· «Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον. Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει »Καὶ ἐν ἄλλοις· «Τὰ ὁλοκαυτώματα ὑμῶν καὶ αἱ θυσίαι οὐχ ἥδυνάν μοι.» Ἔτι δὲ καὶ ἐν τῷ Ἱερεμίᾳ· «Οὐ ταῦτα, φησὶν, ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν, ᾗ ἡμέρᾳ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, περὶ ὁλοκαυτωμάτων καὶ θυσίας· ἀλλʼ ἣ τὸ ῥῆμα τοῦτο ἐνετειλάμην αὐτοῖς λέγων· Ἔκαστος κατὰ τοῦ πλησίον ἐν τῇ καρδέᾳ κακίαν μὴ μνησικακείτω. καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε· Διότι ταῦτα πάντα ἐμίσησα, λέγει Κύριος παντοκράτωρ.» Σαφῶς γοῦν διὰ τούτων. πάντων διδάσκει ἐξετάζειν τίς ὁ περὶ τῶν θυσιῶν τόπος· καὶ ὑποβάλλει γε ἀφορμὰς τὰ λόγια λέγοντα· «Τῷ Θεῷ θυσία πνεῦμα συντετριμμένον· »ὥσπερ καὶ ἐνθάδε· «Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον. »Καὶ αὐτὸς δὲ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐπιστρέφει τοὺς μὴ νοοῦντας τὰ προφητικὰ, καὶ διὰ τοῦτο περὶ τὰς σωματικὰς θυσίας ἐπτοημένους, λέγων· «Εἰ δὲ ἐγνώκειτε τί ἐστιν· Ἔλεος θέλω καὶ οὖ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους. »Κεῖται δὲ ἡ λέξις ἐν ἐνὶ τῶν δώδεκα οὕτως ἔχουσα· «Διότι ἔλεος θέλω καὶ οὐ θυσίαν, ἐπίγνωσιν Θεοῦ ἢ ὁλοκαυτώματα. »Ὅτι δὲ ταῦτα νομοθεσία ἐστὶ περὶ θυσιῶν, ἐδίδαξεν ὁ Παῦλος εἰπὼν τὸ· «Οἴτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων. »Ἀγωνιστέον τοίνυν τῷ ἐντυγχάνοντι τοῖς περὶ θυσιῶν νόμοις ἑκατέρως αὐτοὺς διηγήσασθαι, κατά τε τὸ συμβολικὸν καὶ κατὰ τὸ ἀποῤῥητότερον καὶ μυστικὸν ἐξετάζοντι. Ταῦτα ἐν ἐπιτομῇ ἡμῖν σεσημείωστο βουλομένοις διηγήσασθαι τὸ, «Θύσατε θυσίαν δικαιοσύνης· »καὶ ἀκολούθως τὸ, «Ἐλπίσατε ἐπὶ Κύριον. »Οὐ γὰρ ἔστιν εὐλόγως ἐλπίσαι πρὶν δικαιοποιῆσαι· τῷ δικαιοπραγοῦντι δὲ πεποιθότως ἔστιν ἐλπίσαι, καὶ τὰ τοῦ Κυρίου ἀγαθὰ προσδοκῆσαι· ἐλπὶς γάρ ἐστι προσδοκία ἀγαθῶν. Ἐπεὶ δʼ ἐζήτηται παρὰ πολλοῖς, εἰ ὁ καλὸς καὶ ἀγαθὸς ἐλπίσει τι, ὡς τοὺ τελείου ἀπέχοντος τὰ ἀγαθὰ, καὶ ἐν οὐδενὶ ἐλλεί ποντος, καὶ διὰ τοῦτο οὐδὲν ἐλπίζοντος, ἀπόντων γάρ ἐστιν ἡ ἐλπὶς, ἑτέρου δὲ τοῦ εἶναι χρηστὰς ἐλπίδας, ἀεὶ τοῖς καλοῖς καὶ ἀγαθοῖς ἀγαθῶν τὰ ἀγαθὰ αὐτῶν συνεχέστατα διαδεχομένων· φέρε καὶ ἡμεῖς ὀλίγα κατὰ τὸ βούλημα τᾶν Γραφῶν περὶ τοῦ προβλήματος διαλάβωμεν. Σαφέστατα δὴ προτρέπουσιν ἡμᾶς ἐλπίζειν ἐπὶ Κύριον τὰ ἱερὰ λόγια. «Ἐλπισάτω »γὰρ, φησὶν, «Ἰσραὴλ ἐπὶ τὸν Κύριον· καὶ, «Οἶκος Ἰσραὴλ ἤλπισεν ἐπὶ τὸν Κύριον· βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστι. »Τῷ δὲ τελείῳ ἐν τῷ ἐννενηκοστῷ ψαλμῷ μετὰ τῶν ἅλλων ἐπαγγελιῶν λέγεται τὸ, «Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς. Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. »Ὁ δὲ Παῦλος ἐν ᾧ κρέμαται ὁ νόμος καὶ οἱ προφῆται, βουλόμενος παραστῆσαι ὁποῖός ἐστι, (λέγω δὲ τὴν ἀγάπην·) φησίν· «Ἡ ἀγάπη πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει· ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. »Εἰ δὲ τὸ μηδέποτε ἐκπίπτειν τελείου ἐστὶν ἔργον, ἀγάπης ὑπάρχον, καὶ τὸ πάντα ὑπομένειν διὰ τὴν ἀγάπην ὑπεράνω γινομένου παντὸς ἐπιπόνου, καὶ τὸ πάντα πιστεύειν, δῆλον δʼ ὅτι τὰ ὄντα καὶ τὰ ἀληθῆ· οὐ γὰρ ἐν τοῖς πᾶσι τὰ ψευδῆ ἀριθμητέον, τὴν ἀρχὴν οὐδὲ ὄντα. Ὁ γὰρ τὴν ἀγάπην κατορθώσας τέλειος καὶ βέβαιος ἐν τῇ σωτηρίῳ πίστει τῇ περὶ ἑνὸς ἐκάστου τῶν πιστοῦσθαι ἀναγκαίων ἐστί· δῆλον ὅτι καὶ τὰ πάντα ἐλπίζειν, καὶ μηδὲν δυναμένων ἁγίῳ ἀποκεῖσθαι ἀπογινώσκειν, οὐδενὸς ἅλλου ἢ τοῦ τελείᾳ ἀγάπῃ κεκοσμημένου ἔργον ἂν ὑγιῶς λέγοιτο· ὡς, εἰ, κατακερματίζοντες τὸ πάντα ἐλπίζειν, βουλόμεθα διηγήσασθαι, ἐροῦμεν, ὅτι κληρονομῆσαι βασιλείαν οὐρανῶν καὶ παρακληθῆναι, καὶ υἱοὶ Θεοῦ κληθῆναι, καὶ Θεὸν ὄψεσθαι, καὶ χορτασθήσεσθαι ἧς πεινᾷ καὶ διψᾷ δικαιοσύνης, καὶ τοῦ τελείου ἐλέου μεταλήψεσθαι, καὶ ἀπαξαπλῶς ἐν πᾶσιν ἕσεσθαι οἷς ἐπηγγείλατο ὁ ἀψευδὴς Θεὸς, καὶ Σωτὴρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. «Ὀφθαλμὸς γὰρ οὐκ εἷδε καὶ οὗς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. »