Ancient Greek · ~6 min
ΨΑΛΜΟΣ Ε΄.
Origen, Selecta in Psalmos [Dub.] 6-5
Not analysed yet
Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσε. ιεύσομαι εἰς τὸν οἶκόν σου· προσκυνήσω πρὸς ναὸν ϋγιόν σου ἐν φόβῳ σου, κ. τ. ἑ. Τῶν πονηρευομένων (22) καὶ παρανόμων οὐ παροικούντων σοι, οὐδὲ διαμενόντων ὑπὸ τὴν θεωρίαν σου, ἐγὼ ἐλέῳ τῷ σῷ εἰσελεύσομαι εἰς τὸν οἶκόν σου. Οὕτω γὰρ καὶ εἰπεῖν δυνήσομαι· «Τὸ πρωΐ παραστήσομαί σοι, καὶ ἐπόψει με. »Καὶ ἐπεὶ οὐκ ἄλλως ἢ ἐλέῳ τῷ σῷ εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, σὺν εὐλαβείᾶ πολλῇ ὀνομαἐομένῃ φόβῳ σου προσκυνήσω σοι πνεύματι καὶ ἀληθείᾳ, ἐλθὼν πρὸς τὸν ἅγιόν σου ναόν. Ναὸς δὲ καὶ οἷκος Θεοῦ ἡ άγία καὶ ἐνάρετος κατάστασις, ἢν οἱ ἑχοντες μετὰ παῤῥησίας φασίν. Χριστὸς δὲ ὡς υἱὸς πὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς. Ἀλλὰ καὶ προσφωνοῦσιν ἑτέροις πιστοῖς γράφοντες· «Ναὸς γιὸς ἐστε, καὶ τὰ σώματα ὑμῶν ναὸς τοῦ ἁγίου Ινεύματός ἐστιν, οὗ ἔχετε ὑπὸ Θεοῦ.» Πῶς γὰρ οὐκ ἷκος καὶ ναὸς Θεοῦ ὁ τηρῶν τὸν Ἰησοῦ λόγον, πρὸς ν ὁ Γἰὸς καὶ ὁ Πατὴρ μονὴν ποιοῦνται; Δυνατὸν καὶ ὴν ἐκκλησιαστικὴν γνώμην καὶ διδασκαλίαν οἶκον Κυρίου φάναι καὶ ναὸν αὐτοῦ. Δηλοῦται τοῦτο ἐκ τῶν ραφομένων Τιμοθέῳ· Ἵνα εἰδῇς πῶς δεῖ σε ἐν οἴκῳ Κυρίου ἀναστρέφεσθαι ,ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος. »Κατʼ ἀμφοτέρας θεωρίας εἰσέρχεταί τις εἰς τὸν οἶκον καὶ προσκυνεῖ πρὸς ναὸν τὸν ἄγιον Κυρίου, ἐλέῳ Θεοῦ μᾶλλον ἢ οἰκεία πολιτείᾳ καὶ φρονήσει.