Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ Ε΄.
Origen, Selecta in Psalmos [Dub.] 7-3
Not analysed yet
Κρῖνον αὐτούς, ὁ Θεός· ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν. Κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτοὺς, ὅτι παρεπίκρανάν σε, Κύριε, κ. τ. ἑ. Τῷ ἁμαρτάνοντι (23) λυσιτελεῖ μᾶλλον ὑπὸ Θεοῦ κριθῆναι, ἢ ἔξω εἶναι τῆς κρίσεως. Καὶ τὸ ἀπὸ μοχθηρῶν διαβουλιῶν ἀποπεσεῖν οὐ κακὸν τῷ ἀποπίπτοντι, οὐκ ἐρχομένῳ ἐπὶ τὸ μοχθηρὸν αὐτῶν τέλος· ὡς οὐ καλὸν τῶν κρειττόνων μὴ ἐπὶ τέλος ἐλθεῖν. Πάνυ δὲ χαρίεν, πῶς οὐκ εἴρηκε πόθεν ἔξωσεν, ἵνα μὴ τοῖς πολλοῖς σαφὲς ᾖ. Οἶμαι δὲ, ὅτι ἀπὸ τῶν ἀσεβειῶν αὐτῶν κατὰ τὸ πλῆθος αὐτῶν. Οὐ γὰρ ἀφʼ ἑαυτοῦ ἐξωθεῖ ὁ Θεός τινας· «Οἱ γὰρ μακρύνοντες, φησὶν, ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. »