Ancient Greek
ΨΑΛΜΟΣ ΠΙΗ'.
Origen, Selecta in Psalmos [Dub.] 64
Not analysed yet
Ἐκ πάσης ὀδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἄν φυλάξω τοὺς λόγους σου, κ. τ. ἑ. Πονηρὰς ὁδοὺς ὡδεύομεν, «ἀνόητοι »ὄντες ποτὲ «καὶ ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, »καὶ τὰ ἐξῆς. Ἐκεῖναι μὲν ἦσαν ὁδοὶ πονηραί. Τελεία ἡ φωνὴ αὕτη Ἐκκλησιαστικοῦ. Ὅσον γὰρ ἔτι ἁμαρτάνομεν, λέγειν ταῦτα οὐ δυνάμεθα· ἐκ τοῦ γὰρ κωλύειν τοὺς πόδας ἡμῶν ἐκ πάσης ὁδοῦ πονηρᾶς φυλάξομεν τοὺς λόγους τοῦ Θεοῦ. Ποίους λόγους; τοὺς ἐν νόμῳ, νοήσαντες αὐτοὺς πνευματικῶς, καὶ ἐπιγινώσκοντες τὸν διʼ αὐτῶν κηρυττόμενον Ἰησοῦν Χριστόν. Ἐμφαίνει δὲ τὸ ἐλεύθερον τῆς προαιρέσεως τὸ, «Ἐκώλυσα τοὺς πόδας. »Ὡς γὰρ ἐπʼ αὐτῷ ὄντος τοῦ κινεῖν τοὺς πόδας εἰς τὸ βαδίζειν, ἢ καὶ κωλύειν αὐτοὺς, τὸ προκείμενον εἶπεν.