Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΠΙΗ'.
Origen, Selecta in Psalmos [Dub.] 65
Not analysed yet
Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με, κ. τ. ἑ. Τοῦ σοῦ διαπαντὸς ἐμεμνήμην δικαστηρίου. Ἐν ἐνάτῳ δὲ λέγει ψαλμῷ· «Κατάστησον νομοθέτην ἐπʼ αὐτούς. Γνώτωσαν ἔῶνη, ὅτι ἄνθρωποί εἰσιν. »Μωϋσῆς μὲν γὰρ ἐνομοθέτησε τὰ τοῦ γράμματος τοῖς μὴ δυναμένοις χωρεῖν τὴν ἐπιδημίαν τῆς Καινῆς Διαθήκης· Ἰησοῦς δὲ Χριστὸς ἐπιδημήσας ἐνομοθέτησέ μοι τὸ Εὐαγγέλιον, καὶ πνευματικόν μοι τὸν Μωυσέως ἔδειξε νόμον.