Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΚΓ΄.
Origen, Selecta in Psalmos [Dub.] 7-15
Not analysed yet
Αὕτη ἡ γενεὰ ζητούντων αὐτὸν, ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ. Ἀλλʼ οὐδεὶς ζητῶν (84) πρόσωπον τοῦ Θεοῦ, ἐνθάδε πρόσωπον θεοῦ ὄψεται· «Οὐ γὰρ ὄψεται ἄνθρωπος ὢν τὸ πρόσωτόν μου, φησὶ, καὶ ζήσεται.» Μεταβάλλειν σε δεῖ, ἴνα. ζητῶν τὸ πρόσωπον τοῦ Θεοῦ ἴδῃς αὐτό. Ἀποθέσθαι δεῖ πάντα τὰ ἀνθρώπινα· ἄγγελον ἤδη καὶ Θεὸν γενέσθαι δεῖ· «Μὴ καταφρονήσητε γὰρ, φησὶν Σωτὴρ, ἑνὸς τούτων τῶν μικρῶν τῶν ἐν τῇ Ἐκκλησίᾳ. Ἀμὴν γὰρ λέγω ὑμῖν, ὅτι οἱ ἄγγελοι αὑτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. »Αὕτη οὗν ἡ γενεὰ ζητούντων τὸν Κύριον, ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ.