Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΞΑ΄.
Origen, Selecta in Psalmos [Dub.] 7-32
Not analysed yet
Ἐλπίσατε ἐπʼ αὐτόν. πᾶσα συνσγωγὴ λαοῦ, κ. τ. ἑ. Ὡσεὶ ἔλεγε (5)· Μὴ μόνον τὸ κατʼ ἐκλογὴν χάριτος τὸ λεῖμμα· ὅπερ ἔσται, ὅτε πᾶς Ἰσραὴλ σωθήσεται. «Ἐκχέατε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν. »Ὁ πάντα τὸν φαῦλον ἀποθέμενος διαλογισμὸν, καὶ ἄκρως μετανοήσας, ὡς μηδὲ μεμνῆσθαι τῶν χειρόνων, ἐξέχεεν ἐνώπιον αὐτοῦ τὴν καρδίαν ἑαυτοῦ. «Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. »Ἑκάστῳ ἀποδώσει ὁ Θεὸς κατὰ τὰ ἔργα, ἢ τὰ ἀγαθὰ, ἢ τὰ κακὰ, ἢ τὰ πολλὰ, ἢ τὰ ὀλίγα· κατὰ ὁποίων δήποτε μέτρων ποιότητα ἢ ποσότητα, ὧν ἀποδίδωσι.