Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΡΙΕ΄.
Origen, Selecta in Psalmos [Dub.] 7-37
Not analysed yet
Τοῦ αὐτοῦ. «Διέῤῥηξας τοὺς δεσμούς μου. »Οὐκ εἶπεν, ἔλυσας, ἀλλὰ «διέῤῥηξας, »ὡς ἀχρήστους γενέσθαι. Δεσμοὺς ἐνταῦθα τὰς θλίψεις λέγει. Ἔστι γὰρ καὶ δεσμὸς καλὸς, ὡς ὅταν λέγῃ· «Ἐν τῷ συνδέσμῳ τῆς ἀγάπης. »Δεσμοὶ δὲ καὶ αἱ προσγινόμεναι σειραὶ τῶν ἁμαρτημάτων· οἵτινες οὐ διὰ τοῦ θείου μόνον βαπτίσματος διαῤῥήσσονται, ἀλλὰ καὶ διὰ τοῦ ὑπὲρ Χριστοῦ μαρτυρίου, καὶ διὰ δακρύων τῶν ἐκ μετανοίας.