Ancient Greek · ~8 min
ΨΑΛΜΟΣ ΡΙΕ΄.
Origen, Selecta in Psalmos [Dub.] 6-40
Not analysed yet
Διέῤῥηξας τοὺς δεσμούς μου. κ. τ. ἑ. Πρὸς τὸ, «Τί ἀνταποδώσω τῷ Κυρίῳ;» δοκεῖ μοι ἀποδίδοσθαι πρῶτον μὲν, «ποτήριον σωτηρίου λήψομαι· »δεύτερον δὲ τὸ, «τὰς εὐχάς μου ἀποδώσω· »τρίτον τὸ «σοὶ θύσω θυσίαν αἰνέσεως· »τέταρτον τὸ, «τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω.» Ἀλλὰ τὸ μὲν πρότερον, «τὰς εὐχάς μου ἀποδώσω, »μόνον ἔχει τὸ, «ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ· »τὸ δὲ δεύτερον καὶ τὸ, «ἐν αὐλαῖς οἴκου Κυρίου, »καὶ τὸ, «ἐν μέσῳ σου, Ἰερουσαλήμ. »Καὶ τὸ μὲν πρότερον, «τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω, »ἐπιφέρεται τῷ ποτηρίῳ τοῦ σωτηρίου· τὸ δὲ δεύτερον ἐπὶ πᾶσι καὶ συνημμένως τῷ, «διέῤῥηξας τοὺς δεσμούς μου, καὶ τῷ, «σοὶ θύσω θυσίαν αἰνέσεως· »τὸ δὲ, «σὺ διέῤῥηξας τοὺς δεσμούς μου, »τῷ τιμίῳ ἐναντίον Κυρίῳ θανάτῳ· ὅ δοξάσας τοῦ μαρτυρίου τὸν Θεὸν λέγει ἐπὶ τῷ διὰ μαρτυρίου τὰς προγενομένας σειρὰς τῶν ἁμαρτιῶν αὐτοῦ διεῤῥῆχθαι ἀπὸ Θεοῦ, ὡς, μηκέτι αὐτὸν ἔχειν δεσμοὺς ἁμαρτίας. Ἤ εἰ δε σμοὶ τῆς ψυχῆς οἱ σωματικοὶ τῶν διαφόρων μελῶν εἰσιν γκοι, καλῶς ἂν καὶ οὕτως λέγοιτο ἐν μαρτυρίῳ ἀπολυθεὶς τῶν δεσμῶν ἐν εἰρήνῃ εἶναι, οὐδενὸς ἢ τοῦ Θεοῦ διαῤῥήξαντος αὐτούς. Οὐ γὰρ καὶ τῶν διʼ ἥν δήποτε αἰτίαν ἀπαλλαττομένων τοῦ σώματος βιαίως ὁ Θεὸς διαῤῥήγνυσι τοὺς δεσμούς. Ποτὲ μὲν οὖν ἀποκτείνει ὁ Θεὸς, οὐ διαῤῥηγνὺς αὐτοῦ τοὺς δεσμούς· τὸν δὲ μάρτυρα οὐκ ἀποκτείνει, μόνον δὲ τοὺς δεσμοὺς αὐτοῦ διαῤῥήγνυσι. Καὶ γὰρ διὰ τὸ μαρτύριον ὁ ἕκαστος μαρτυρῶν ἑαυτὸν προσφέρει ἄμωμον θυσίαν τῷ Θεῷ, Χριστὸν μιμούμενος· λέγει τε τὸ, «Σοὶ θύσω θυσίαν αἰνέσεως. »Ἐν Ἰερουσαλὴμ γὰρ ἐπουρανίῳ, τῇ ἄνω μητρὶ ἡμῶν, ἀποδώσει ὁ δίκαιος τὰς εὐχὰς τῷ Κυρίῳ ἐπὶ παντὸς μάρτυρος τοῦ λαοῦ ,,τοῦ Θεοῦ καὶ τῆς Ἰερουσαλὴμ, ἐν τόπῳ ἐκλεκτῷ οὗτος δέ ἐστιν «ἐν αὐλαῖς οἴκου Κυρίου ἐν μέσῳ τῆς Ἰερουσαλήμ. »