Ancient Greek · ~1 min
ΨΑΛΜΟΣ ΡΜΖ΄.
Origen, Selecta in Psalmos [Dub.] 7-44
Not analysed yet
Ἐξαποστελεῖ τὸν λόγον αὐτοῦ, καὶ τήξει αὐτὰ, κ. τ. ἑ. Ἡ χιὼν (20) καὶ ὁ κρύσταλλος, καὶ ἡ ὁμίχλη καὶ τὸ ψῦχος κατὰ στέρησιν τοῦ ἡλίου τῆς δικαιοσύνης ἐπισυμβαίνει τῇ φύσει τῇ λογικῇ, ἅπερ ἕτηξεν ὁ τοῦ Θεοῦ Λόγος ἀποσταλείς· «Πῦρ γὰρ, φησὶν, ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. »