Ancient Greek · ~3 min
1 to 6
Origen, Selecta in Psalmos [Dub.] 1-140-6
Not analysed yet
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, κ. τ. ἑ. Αἶνός ἐστιν (21) ὕμνος εἰς Θεὸν ἐπὶ τῇ θεωρίᾳ τῶν γεγονότων. Αἰνεῖτε αὐτὸν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς, κ. τ. ἑ. Τὸ φῶς νῦν συμβολικῶς λογικὴν φύσιν σημαίνει· «Ὑμεῖς γὰρ, φησὶν, ἐστὲ τὸ φῶς τοῦ κόσμου. »Αἰνεῖτε αὐτὸν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν αἴνεσάτωσαν τὸ ὅνομα Κυρίου, κ. τ. ἑ. Οὐρανός ἐστι νοητὸς φύσις λογικὴ τὸν τῆς δικαιοσύνης ἥλιον ἐν αὐτῇ περιφέρουσα. Τοῦ αὐτοῦ. Ὕδωρ τὸ ἐπάνω τῶν οὐρανῶν λογικὰς φύσεις σημαίνει, κεχωρισμένας ἀπὸ τῶν ἐν τοῖς οὐρανοῖς ὄντων ὑδάτων. Καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ, κ. τ. ἑ. Κέρας ἐστὶ νοῦς καθαρός. Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, κ. τ. ἑ. Ὕμνος ἐστὶν ἔμπληξις μετὰ δοξολογίας ἐπὶ τῇ θεωρίᾳ τῶν γεγονότων καὶ γενομένων ὑπὸ Θεοῦ.