Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΡΝ΄.
Origen, Selecta in Psalmos [Dub.] 7-46
Not analysed yet
Αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ, αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμμσῦ, κ. τ. ἑ. Κιθάρα ἐστὶ (42) ψυχὴ πρακτικὴ ὑπὸ τῶν ἐντολῶν τοῦ Χριστοῦ κινουμένη. Τύμπανόν ἐστι νέκρωσις τοῦ ἐπιθυμητικοῦ διʼ αὐτὸ τὸ καλόν. Χορὸς δέ ἐστι συμφωνία ψυχῶν λογικῶν τὸ αὐτὸ λεγουσῶν καὶ μὴ ἐχουσῶν σχίσματα. Χορδαί εἰσι συμφώνησις ἀνταναιρεθείσης φωνῆς ἀρετῶν καὶ ὀργάνων. Ὄργανόν ἐστιν Ἐκκλησία Θεοῦ, ἀπὸ θεωρητικῶν καὶ πραγματικῶν συνεστῶσα ψυχῶν. Κύμβαλόν ἐστιν εὔηχον ψυχὴ πρακτικὴ τῷ πόθῳ προσηλωμένη τοῦ Χριστοῦ. Κύμβαλόν ἐστιν ἀλαλαγμοῦ νοῦς καθαρὸς παρὰ τῆς τοῦ Χριστοῦ ἐμπνεόμενος σωτηρίας.